Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.219 Joseph. BJ 7.227 (English) >>Joseph. BJ 7.234

7.224τὰ γὰρ Σαμόσατα τῆς Κομμαγηνῆς μεγίστη πόλις κεῖται παρὰ τὸν Εὐφράτην, ὥστʼ εἶναι τοῖς Πάρθοις, εἴ τι τοιοῦτον διενενόηντο, ῥᾴστην μὲν τὴν διάβασιν βεβαίαν δὲ τὴν ὑποδοχήν. 7.225πιστευθεὶς οὖν Παῖτος καὶ λαβὼν ἐξουσίαν πράττειν δοκεῖ συμφέρειν οὐκ ἐμέλλησεν, ἐξαίφνης δὲ τῶν περὶ τὸν Ἀντίοχον οὐδὲν προσδοκώντων εἰς τὴν Κομμαγηνὴν ἐνέβαλεν, τῶν μὲν ταγμάτων ἄγων τὸ ἕκτον καὶ πρὸς τούτῳ λόχους καί τινας ἴλας ἱππέων· 7.226συνεμάχουν δὲ καὶ βασιλεῖς αὐτῷ τῆς μὲν Χαλκιδικῆς λεγομένης Ἀριστόβουλος, τῆς Ἐμέσης δὲ καλουμένης Σόαιμος. 7.227ἦν δʼ αὐτοῖς τὰ περὶ τὴν εἰσβολὴν ἀνανταγώνιστα· τῶν γὰρ κατὰ τὴν χώραν οὐδεὶς ἤθελε χεῖρας ἀνταίρειν. 7.228Ἀντίοχος δὲ τῆς ἀγγελίας ἀδοκήτως προσπεσούσης πολέμου μὲν οὐδὲ ἐπίνοιαν πρὸς Ῥωμαίους ἔσπασεν, ἔγνω δὲ πᾶσαν τὴν βασιλείαν ὡς εἶχεν ἐπὶ σχήματος καταλιπὼν μετὰ γυναικὸς καὶ τέκνων ὑπεξελθεῖν, οὕτως ἂν οἰόμενος καθαρὸν Ῥωμαίοις αὑτὸν ἀποδεῖξαι τῆς ἐπενηνεγμένης αἰτίας. 7.229καὶ προελθὼν ἀπὸ τῆς πόλεως ἑκατὸν σταδίους πρὸς τοῖς εἴκοσιν εἰς τὸ πεδίον ἐν αὐτῷ καταυλίζεται. 7.230

Παῖτος δὲ ἐπὶ μὲν τὰ Σαμόσατα τοὺς καταληψομένους ἀποστέλλει καὶ διʼ ἐκείνων εἶχε τὴν πόλιν, αὐτὸς δὲ μετὰ τῆς ἄλλης δυνάμεως ἐπʼ Ἀντίοχον ἐποιεῖτο τὴν ὁρμήν.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.219 Joseph. BJ 7.227 (English) >>Joseph. BJ 7.234

Powered by PhiloLogic